19 de abril de 2013

¿Cómo se dice en griego o latín....?

Música en griego...Sirtaki


Música en latín clásico


Últimas noticias en griego clásico

Δισχίλιοι ἄνθρωποι ἐν τῇ τῆς Μαργαρίδης Τάτζηρ ἐκφορᾷ παρέσονται
12 Ἀπριλίου 2013


Picture
Ἡ Μ. Τάτζηρ καὶ ὁ Δ. Κάμερον


Ἡ Μαργαρίδη Τάτζηρ ἕνδεκα ἔτη τοῦ Ἡνωμένου Βασιλείου ἦρξεν

Τῆς Μαργαρίδης Τάτζηρ ἀποθανούσης, ἔδει τοὺς ἄρχοντας διακρίνειν ἥντινά τε ἐκφορὰν ποιεῖν δέοι καὶ οὕστινας παρακαλεῖν· ἡ μὲν Μ. Τάτζηρ τοῦ Ἡνωμένου Βασιλείου ἕνδεκα ἔτη ἄρχουσα ἐνδοξοτάτη ἐγένετο, οὐ γὰρ μόνον τῆς χώρας τοσοῦτον χρόνον ἦρξεν ἀλλὰ καὶ ἐν τῷ πολέμῳ (ἐπὶ τὴν Ἀργεντίναν) ἐνίκησεν, διὰ δὲ ταῦτα πολλοὶ μὲν τῶν τοῦ Η. Βασιλείου πολιτῶν αὐτὴν ἐφίλουν καὶ ἔτι φιλοῦσιν, ἄλλοι δὲ ἐμίσουν καὶ ἔτι μισοῦσιν· καὶ δὴ καὶ τοῖς ἐργασταῖς πολλάκις ἠμφεσβήτει, τοῦτο δὲ κατὰ μὲν πολλοὺς ὀρθῶς ἐποίησεν, κατὰ δὲ ἄλλους κακῶς.

δέον διακρίνειν οὕστινας ἐπὶ τὴν ἐκφορὰν παρακαλεῖν χρή, οἵ τε συγγενεῖς καὶ οἱ ἄρχοντες κατάλογον δισχίλια ὀνόματα ἔχοντα συγγεγράφασιν, τὰ δὲ ὀνόματα γνῶναι τήμερον ἐξῆν· ἐν τῷ καταλόγῳ εἰσὶ πάντες οἱ αὐτῇ ἐν τέλει οὔσῃ συνεργασάμενοι καὶ πρόεδροι πολλῶν χωρῶν τε καὶ ὀργανώσεων αἳ φιλικῶς τῇ Μ. Τάτζηρ διέκειντο. τὸν Νέλσων Μανδέλα παρακεκλήκασιν, ὅμως δὲ οὐ παρέσται, τυγχάνει γὰρ νοσῶν. τὴν τῆς Ἀργεντίνας πρόεδρον οὐ παρακεκλήκασιν ἅτε περὶ τῶν Φάλκλανδ νήσων ἔτι καὶ νῦν ἁμιλλωμένης.

ἐν τῇ χάρτῃ ἣν πρὸς τοὺς παρακεκλημένους ἔπεμψαν λέγεται ὅπως δεῖ τῇ ἐκφορᾷ ἐνδύεσθαι.


Ἡ ἐν τῇ Κορέᾳ κατάστασις
5 Ἀπριλίου 2013


Picture
Στρατιώτης τῆς Νοτίας Κορέας παρὰ τῷ ὅρῳ


Ἡ ἐν Κορέᾳ τάσις καθ᾿ ἡμέραν αὐξάνεται

Νεωστί, τοῦ τῆς Βορείας Κορέας ἄρχοντος Κὶμ Ἲλ Σοῦγγ πολεμικώτατα κατά τε τῆς Νοτίας Κορέας καὶ τῶν ΗΑΠ εἰπόντος, τὸ μὲν Πιογγιὰγκ δύο πύραυλα ”Μουσουδὰν” ἐν τῇ ἀνατολικῇ τῆς χώρας παραλίᾳ χθὲς ἐπέθηκεν (οὐδεὶς οἶδε πότερον ταῦτα τὰ πύραυλα πυρηνικά εἰσιν ἢ οὔ), ταύτῃ δὲ τῇ προκλήσει ἀποκρινόμενοι οἱ τῆς Νοτίας Κορέας ἄρχοντες δύο πολεμικὰς ναῦς πρὸς τὴν Κριτίνην Θάλατταν ἀποπεπόμφασιν. αὗται αἱ νῆες σύστημα ἔχουσιν ὃ πύραυλα ἤδη πετόμενα ἐν τῷ αἰθέρι διαφθείρειν ἔχει. καὶ δὴ καὶ αἱ ΗΑΠ σύστημα ἀντιπυραυλικὸν ἄλλο πρὸς τὴν νῆσον Γουᾶμ, ἐγγὺς τῆς Κορέας κειμένην, τήμερον προσέπεμψαν.

κατὰ μὲν ἐμπείρους τινὰς ἡ Βορεία Κορέα τῇ πεντεκαιδεκάτῃ Ἀπριλίου πύραυλον ἀνήσει, χθὲς δὲ ὁ τῆς Β. Κορέας φερέφωνος τῇ Ῥωσσίᾳ παρῄνεσε τοὺς ἐν τῇ Ῥωσσικῇ πρεσβείᾳ ἐν τῷ Σεοῦλ ὄντας ταχέως ἐκεῖθεν ἀπενεγκεῖν τοῦ κινδύνου ἕνεκα.

ἆρα τί βούλεται ὁ Κὶμ Ἲλ Σοῦγγ ταῦτα ποιῶν; λέγουσιν οἱ πολιτικοὶ ἀναλυσταὶ ὅτι βούλεται τὴν ἑαυτοῦ ἀρχὴν παρὰ τῇ ἑαυτοῦ στρατιᾷ αὐξάνεσθαι, ὅμως δὲ αὐτὸς οἶδεν ὅτι, εἰ τῇ Ν. Κορέᾳ πολεμοίη, αἱ ΗΑΠ τῇ Ν. Κορέᾳ βοηθοῖεν ἄν. ἴσως πάντα ταῦτα μόνον αὔχημά ἐστιν;


Ἆρα τὴν τῆς Κλεοπάτρας ἀδελφὴν ηὑρήκασιν;
12 Μαρτίου 2013


Picture


Ἀρχαιολόγος τις Αὐστριακὴ διαβεβαιοῦται ὅτι ηὕρηκεν τὸν τῆς Ἀρσινόης νεκρόν

Ἐν τῇ πόλει Ἐφέσῳ ἡ Αὐστριακὴ ἀρχαιολόγος Ἵλκη Τοῦρ νεκρόν τινα γυναικὸς ηὗρεν ἤδη τὸ δέκατον ἔτος. ὁ μὲν νεκρὸς ἐν οἰκοδομήματι ”Ὀκτάγωνον” καλουμένῳ ἔκειτο, τὴν δὲ ἀρχαιολόγον οὐκ ἔλαθεν νεκρὸς ὢν δυνατῆς τότε γυναικός, νῦν δὲ λέγει ἡ ἀρχαιολόγος ὅτι οὗτός ἐστιν ὁ τῆς Ἀρσινόης νεκρός. τὸν νεκρὸν εὑροῦσα, ἡ Τοῦρ πάσας τὰς πείρας ἐποιήσατο, καὶ τὴν τοῦ ”ἄνθρακος 14” πεῖραν ἣ ἔδειξε νεκρὸν γυναικός τινος εἴκοσιν ἐτῶν οὔσης ὅτε ἀπέθανεν· κατὰ δὲ τὴν ἀρχαιολόγον  οἱ πολῖται ἐν ἐκείνῳ τῷ χρόνῳ τοὺς νεκροὺς ἐν τῇ πόλει οὔποτε ἔθαπτον, ἀλλὰ ἔξω τῆς πόλεως, εἰ μή τις ἔνδοξος εἴη· καὶ δὴ καὶ τοῦτο μὲν τὸ οἰκοδόμημα ἐν ᾧ ὁ νεκρὸς ἔκειτο Αἰγυπτίῳ βασιλείῳ ἔοικεν, οἰ δὲ ἰατροὶ λέγουσιν ὅτι, ἥτις ἂν εἴη αὕτη, οὐ διὰ νόσου ἀλλὰ βίᾳ ἀπέθανεν.

ὅμως δὲ ἡ τοῦ DNA πεῖρα οὐδὲν βέβαιον ἐπιδείκνυσιν, τοῦτο δὲ πυθόμενοι πολλοὶ ἄλλοι ἀρχαιολόγοι τὴν Τοῦρ μέμφονται ὅτι διαβεβαιοῦται τὴν Ἀρσινόην εὑρηκέναι. νῦν ἡ Τοῦρ ἐν ταῖς ΗΑΠ ἐστίν, οὗ ἐν πανεπιστημίοις τισὶ περὶ ταύτης τῆς εὑρήσεως ἀγορεύει, ἡ γὰρ ὁμὰς ”Ἀμερικανοὶ Φίλοι τῆς Τουρκίας” ταύτας τὰς ὁμιλίας διατέθηκεν.


Ἆρα τίς Πάπας γενήσεται;
5 Μαρτίου 2013


Picture
Καρδινάλιοι ἐν τῷ Βατικάνῳ


Οἰ καρδινάλιοι αὔριον αὖθις ἀθροίσονται

Οἱ καρδινάλιοι τήμερον ἠθροίσαντο, ἀλλὰ αὕτη ἡ σύνοδος οὐ σύνοδός ἐστιν ἐν ᾗ τὸν νέον Πάπαν αἱροῦνται. πότε ἡ κυριωτάτη σύνοδος (”κογκλάβη” καλουμένη) γενήσεται ἵνα τὸν νέον Πάπαν αἱρήσωνται οὐκέτι οὐδεὶς οἶδεν, ἀλλὰ ἴσως αὔριον τοῦτο γνωσόμεθα· ὁ Πάπας Βενέδικτος ΙΣΤ᾿ οὕτω ταχέως καὶ ἐξ ἀπροσδοκήτου ἀπέθετο ὥστε ἐδέησε τοὺς καρδιναλίους πάντα ταχέως παρασκευάσασθαι. οἱ μὲν καρδινάλιοι ἐπεὶ πρῶτον εἰς τὸ Βατικάνον ἀφίκοντο ἤδη διαλεγόμενοι ἤρξαντο περὶ τῆς αἱρέσεως, ὅστις νέος Πάπας γενήσοιτο, οἱ δὲ δημοσιογράφοι καὶ αὐτοὶ ἤρξαντο περὶ τούτου λογισμοὺς λογίζεσθαι (αὐτοὺς μάλιστα ἀρέσκει τοιαῦτα ποιεῖν). ὅπως τὸν νέον Πάπαν ἑλῶνται δεήσει τοὺς καρδιναλίους κογκλάβην ἐν τῇ Καπέλῃ Σιξτίνῃ ποιεῖσθαι καὶ τῆς οἰκουμένης παντελῶς ἀποχωρήσαντας ἐκεῖ μένειν ἕως ἂν νέον Πάπαν ἔχωσιν.

Γελοῖόν τι ἐγένετο προχθὲς τῆς πρώτης συνόδου ἄρξεσθαι μελλούσης· ἄνθρωπός τις προσποιούμενος καρδινάλιος εἶναι ἐπείρασεν εἰς τὴν σύνοδον εἰσβῆναι· διὰ μὲν τῆς πρώτης φυλακῆς ῥᾳδίως διαβὰς πρὸς τοὺς καρδιναλίους ἐβάδιζεν, ἔπειτα δὲ τὴν Ἑλβετικὴν Φρουρὰν οὐκ ἔλαθεν ἀπατεὼν ὢν καὶ καταληφθεὶς εὐθὺς ἐκ τοῦ Βατικάνου ἐξεβλήθη.
ὁ τοῦ Βατικάνου φερέφωνος οὐκ εἶπεν ὅστις ὁ ἄνθρωπος εἴη.

Νέα πρόεδρος ἐν τῇ Νοτίᾳ Κορέᾳ
26 Φεβρουαρίου 2013


Picture
Ἡ νέα πρόεδρος Πᾶρκ Γέουν Ἵη


Ἡ νέα πρόεδρος τὴν Βορείαν Κορέαν περὶ τῶν πυρηνικῶν ὅπλων νουθετεῖ

Ἡ Πᾶρκ Γέουν Ἵη, ἑξήκοντα καὶ ἓν ἔτη γεγονυῖα, ἐγένετο προχθὲς ἡ πρώτη γυνὴ ἣ τὴν ἀρχὴν ἐν τῇ Νοτίᾳ Κορέᾳ κτᾶται, πρόεδρος δὲ ἔσται πέντε ἔτη. κατὰ τὸ ἔθος ἔξω τῆς Βουλῆς ὀμόσασα, πρὸ τοῦ δήμου ἠγόρευσεν (λέγεται ὅτι ἑπτακισμύριοι πολῖται ἐκεῖσε συνῆλθον ἵνα τὴν νέαν πρόεδρον ἴδοιεν), εἶπε δὲ ἄλλα τε καὶ περὶ τῆς Βορείας Κορέας, νομίζει γὰρ τὴν νέαν πυρηνικὴν πεῖραν  ὑπὸ τῆς Βορείας Κορέας νεωστὶ ποιηθεῖσαν πρόκλησιν εἶναι, ὅμως δὲ τοῖς τῆς Βορείας Κορέας ἄρχουσι διαλέγεσθαι προύθηκεν ἐὰν τοιαύταις πείραις τέλος ἐπιθῶσιν. ἔπειτα δὲ περὶ τῆς οἰκονομίας εἶπεν (μέμνησθαι δεῖ τὴν Νοτίαν Κορέαν τετάρτην τῆς Ἀσίας οἰκονομίαν κατὰ τὸ μέγεθος οὖσαν), διεβεβαιώσατο δὲ ὅτι τὰς μὲν μεγάλας ἐπιχειρήσεις μειοῦν βούλοιτο, τὰς δὲ μικρὰς καὶ τὰς μέσας αὐξάνειν, ἄλλας τε καὶ τὰς τεχνολογικάς.

ὁ Πᾶρκ Σοῦγγ Ἵε, πατὴρ τῆς νέας προέδρου, τῆς χώρας ἑπτακαίδεκα ἔτη ἦρχεν ἕως τῷ ἔτει 1979 ἀπέθανεν· νῦν δὲ τριάκοντα καὶ τριῶν ἐτῶν ἐξελθόντων,
ἡ θυγάτηρ εἰς τὴν ἀρχὴν ἀφῖκται.

7 de abril de 2013

TEATROS ROMANOS

TEATRO ROMANO DE MÉRIDA
Teatro romano de Mérida


 EL TEATRO ROMANO DE MÉRIDA



Teatro romano de Andalucía

Teatro romano de Málaga