Τερατώδης λύσις ἐν τῷ Βαγγλαδές
11 Μαίου 2013

Τὴν Ρ. Βέγουν πρὸς τὸ νοσοκομεῖον προσφέρουσιν
Γυναῖκα εὑρίσκουσι τῇ ἑπτακαιδεκάτῃ ἡμέρᾳ μετὰ τὴν ἐργαστηρίου πτῶσιν
Πάντες ἀκηκόαμεν περὶ τῆς συμφορᾶς νεωστὶ ἐν τῷ Βαγγλαδές γενομένης· ὑφαντικοῦ ἐργαστηρίου καταπεσόντος ἐν ᾧ οἱ ἐργασταὶ ἐπὶ ἐλαχίστῳ μισθῷ πολλὰς ὥρας καθ᾿ ἡμέραν ἐργάζονται, χίλιοι μὲν καὶ τετταράκοντα ἐργασταὶ οἳ ἔτυχον τότε ἐκεῖ ἐργαζόμενοι ἀπέθανον, πολλοὶ δὲ ἄλλοι ἐτρώθησαν.
χθὲς τῇ ἑπτακαιδεκάτῃ ἡμέρᾳ μετὰ τὴν τοῦ ἐργαστηρίου πτῶσιν οἱ τὰ ἐρείπια ἀπολαμβάνοντες μέγα τεῖχος ῥήξειν μέλλοντες γυναῖκα μὲν βοῶσαν ἤκουσαν, αἰσθόμενοι δὲ τῆς καταστάσεως μιᾶς ὥρας αὐτὴν ἀπέλυσαν· ἡ δὲ γυνή, Ῥέσμα Βέγουν ὀνόματι, ἐννεακαίδεκα ἔτη γεγονυῖα, εἶπεν ὅτι τοῦ ἐργαστηρίου καταπεσόντος μόνη μὲν ἔνδον μικροῦ χωρίου κατελείφθη, τύχῃ δὲ βρῶμά τε καὶ ὕδωρ εὕροι, εἶπε δὲ καὶ ὅτι καίπερ πολὺν χρόνον βοῶσαν οὐδεὶς αὐτὴν ἀκούσειεν.
οἱ τὰ ἐρείπια ἀπολαμβάνοντες οὐκ ἤλπιζον ζῶντά τινα εὑρήσειν, τοσούτων ἡμερῶν ἤδη διελθουσῶν. ἡ Ῥέσμα, ταχέως πρὸς τὸ νοσοκομεῖον προσενεχθεῖσα, ἐκεῖ νῦν κεῖται, λέγει δὲ ὅτι εὐδαιμονοῦσα αἰσθάνεται διότι τὸ φῶς αὖθις ὁρᾶν οἷά τ᾿ ἐστίν.

No hay comentarios:
Publicar un comentario