3 de mayo de 2013

World News

Ἀμερικανὸν στρατιώτην ἐν τῷ Βιετνᾶμ εὑρίσκουσιν
2 Μαίου 2013


Picture
Ἀμερικανοὶ στρατιῶται ἐν τῷ Βιετνᾶμ


Αἰχμάλωτος γενόμενος, ἐν τῇ χώρᾳ ἔμενε καίπερ λυθείς

Ὁ Ἰωάννης Ῥόβερτσον Ἀμερικανὸς στρατιώτης ἦν ὃς πρὸς τὸ Βιετνᾶμ ἐπέμφθη ἤδη τὸ τετταρακοστὸν καὶ τέταρτον ἔτος. πάντες περὶ τοῦ ἐν τῷ Βιετνᾶμ πολέμου ἀκηκόαμεν, ἴσμεν δὲ πολλοὺς μὲν Ἀμερικανοὺς στρατιώτας ἐκεῖ ἀποθανόντας, πολλοὺς δὲ οἴκαδε ἐπανελθόντας. ὅμως δὲ πολὺ μὲν λέγεται ἀεὶ περὶ τῶν οὔτε ἀποθανόντων οὔτε πρὸς τὰς ΗΑΠ ἐπανελθόντων, νῦν δὲ ἐκεῖ ἐν τῷ Βιετνᾶμ στρατιώτην τινὰ ἐν μικρᾷ κώμῃ οἰκοῦντα ηὑρήκασιν. ἥδε ἐστὶν ἡ ἱστορία·

τῷ ἔτει 1968 τὸ μὲν ἑλικόπτερον ἐν ᾧ ὁ Ἰωάννης Ῥόβερτσον ἔτυχεν ὢν πυραύλῳ κατεβλήθη, τὸν δὲ τοῦ Ι. Ρ. νεκρὸν οὐδέποτε ηὗρον· οἱ συγγενεῖς, οὐκ εἰδότες πότερον ὁ Ι. Ρ. ἀποθάνοι ἢ οὔ, πολὺν μὲν χρόνον ἐζήτουν, μάτην δέ· τέλος δέ, οὐδὲν εὑρόντες, πάντες ἐνόμισαν αὐτὸν ἀποθανεῖν. νῦν δὲ ἄλλος τις Ἀμερικανὸς στρατιώτης, πρὸς τὸ Βιετνᾶμ νεωστὶ ἐπανελθών, γεωργούς τινας περὶ τοῦ Ι. Ρ. διαλεγομένους τύχῃ ἀκούσας αὐτὸν ἐζήτει ἕως ηὗρεν. ὁ ἄνθρωπος, ἤδη ἑβδομήκοντα καὶ ἓξ ἔτη γεγονώς, τῇ Ἀγγλικῇ γλώττῃ οὐκέτι χρᾶται, καὶ δὴ καὶ οὔτε τοῦ ὀνόματος τοῦ τῆς ἑαυτοῦ γυναῖκος οὐκέτι μέμνηται οὔτε τὰ τῶν ἑαυτοῦ υἱῶν.

ὁ Καναδέζικος κινηματογραφικὸς ἄρχων Μιχαὴλ Ἰόργενσον ἔργον περὶ αὐτοῦ πεποίηκεν ἐν ᾧ τὴν ἱστορίαν ἐξηγεῖται, τὸ δὲ τοῦ ἔργου ὄνομα "Unclaimed" ἐστίν.

No hay comentarios:

Publicar un comentario