17 de octubre de 2013

Νέαν ζωγραφίαν τοῦ Λεονάρδου δα Βίνζι εὑρίσκουσιν
6 Ὀκτωβρίου 2013

PictureἩ εὑρημένη ζωγραφία καὶ ἡ πρωτοζωγραφία
Περὶ τῆς ζωγραφίας ἤδη ᾔδεσαν

” Ἡ τῆς Ἰσαβῆλ δ’ Ἔστη ” ζωγραφία· τοῦτό ἐστι τὸ ὄνομα τὸ τῆς ζωγραφίας ἣν τύχῃ ηὑρήκασιν. ἡ ζωγραφία πεντακόσια ἔτη κρυπτὴ ἔμενεν, ἕως νεωστὶ ηὑρέθη, ἐν δὲ τῇ πόλει Μαντόβῃ ηὗρον, ἐν τῇ οἰκίᾳ
πλουσίου τινος Ἑλβετικοῦ γένους· ὁ δὲ ἔμπειρος Κάρολος Πεδρέττι, πρωτοδιδάσκαλος τοῦ Λεονάρδου Πανεπιστημίου, τὴν ζωγραφίαν ἀκριβῶς ἐξετάσας, διεβεβαίωσεν ὅτι ἡ ζωγραφία ἀληθής ἐστιν.

ἕως μὲν τὸ νῦν ἁπλῆν πρωτοζωγραφίαν τῆς Ἰσαβῆλ δ’ Ἔστη εἴχομεν (καὶ ὑπὸ τοῦ Λεονάρδου αὐτοῦ ζωγραφηθεῖσαν), ἐν τῷ τοῦ Λούβρου Μουσείῳ κειμένην, διὰ δὲ τοῦτο, καίπερ οὐδενὸς εἰδότος ὅπου ἡ τελευταία ζωγραφία εἴη, πάντες ᾔδεσαν περὶ αὐτῆς, νῦν δὲ τὴν τελευταίαν ἔχομεν (ὡς τὸ εἰκός, οἱ ζωγράφοι πρωτοζωγραφίαν ποιοῦσι πρὶν τὴν τελευταίαν ποιεῖν).

κατὰ τοὺς ἐμπείρους, ἡ μὲν ζωγραφία ὁμοία ἐστὶ τῇ ἐνδοξοτάτῃ Μόνα Λίσα περὶ ὅπως τοῖς χρώμασι καὶ τῷ φωτὶ χρῆται ὁ Λεονάρδος, λέγεται δὲ ὅτι ὁ Λεονάρδος ταύτῃ τῇ ζωγραφίᾳ ἐχρήσατο παραδείγματι τῇ Μόνα Λίσα

No hay comentarios:

Publicar un comentario